Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.274 Joseph. AJ 7.277 (English) >>Joseph. AJ 7.282

7.276

Ἀφικνοῦνται δʼ εἰς Γάλγαλα πρὸς αὐτὸν οἱ πάσης φυλῆς πρῶτοι μετὰ πολλοῦ πλήθους καὶ τὴν Ἰούδα φυλὴν κατεμέμφοντο λάθρα πρὸς αὐτὸν ἐλθοῦσαν, ὡς δεῖν ὁμοῦ πάντας μιᾷ γνώμῃ ποιεῖσθαι τὴν ἀπάντησιν. οἱ δʼ ἄρχοντες τῆς Ἰούδα φυλῆς μὴ δυσχεραίνειν αὐτοὺς ἠξίουν προληφθέντας· καὶ γὰρ συγγενεῖς ὄντες αὐτοῦ καὶ διὰ τοῦτο μᾶλλον προνοούμενοι καὶ στέργοντες φθάσαι, οὐ μέντοι γε διὰ τὸ προελθεῖν δῶρα λαβεῖν αὐτούς, ἵνʼ ἔχωσιν ἐπὶ τούτῳ δυσφορεῖν ὕστεροι πρὸς αὐτὸν ἐλθόντες. 7.277ταῦτα τῶν τῆς Ἰούδα φυλῆς ἡγεμόνων εἰπόντων οἱ τῶν ἄλλων ἄρχοντες οὐχ ἡσύχασαν, ἀλλʼἡμεῖς μέν, ἔφασαν, ἀδελφοί, θαυμάζομεν ὑμᾶς αὑτῶν ἀποκαλοῦντας μόνων συγγενῆ τὸν βασιλέα· γὰρ τὴν ἁπάντων ἐξουσίαν παρὰ τοῦ θεοῦ λαβὼν πάντων ἡμῶν εἶναι συγγενὴς κρίνεται. καὶ διὰ τοῦθʼ μὲν λαὸς ἕνδεκα μοίρας ἔχει, μίαν δʼ ὑμεῖς, καὶ πρεσβύτεροι ἐσμέν, καὶ οὐκ ἐποιήσατε δίκαια λεληθότως ἐλθόντες πρὸς τὸν βασιλέα.” 7.278

Τοιαῦτα τῶν ἡγεμόνων πρὸς ἀλλήλους διαλεχθέντων ἀνήρ τις πονηρὸς καὶ στάσει χαίρων, ὄνομα Σαβαῖος υἱὸς δὲ Βοχορίου τῆς Βενιαμίτιδος φυλῆς, στὰς ἐν μέσῳ πρὸς τὸ πλῆθος μέγα βοήσας εἶπεν· “οὔτʼ ἔχει τις ἡμῶν παρὰ Δαυίδου μοίρας οὔτε κλῆρον 7.279παρὰ τῷ Ἰεσσαίου παιδί.” καὶ μετὰ τοὺς λόγους σαλπίσας κέρατι σημαίνει πόλεμον πρὸς τὸν βασιλέα, καὶ πάντες ἠκολούθησαν ἐκείνῳ Δαυίδην καταλιπόντες· μόνη δʼ αὐτῷ παρέμεινεν Ἰούδα φυλὴ καὶ κατέστησεν αὐτὸν εἰς τὸ ἐν Ἱεροσολύμοις βασίλειον. καὶ τὰς μὲν παλλακάς, αἷς υἱὸς αὐτοῦ συνῆλθεν Ἀψάλωμος, εἰς ἄλλην μετήγαγεν οἰκίαν πάντα προστάξας αὐταῖς χορηγεῖν τὰ ἐπιτήδεια τοὺς ἐπιμελομένους, αὐτὸς δʼ οὐκέτʼ ἐπλησίαζεν αὐταῖς.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.274 Joseph. AJ 7.277 (English) >>Joseph. AJ 7.282

Powered by PhiloLogic